Λέων ἀγρεύσας μῦν, ἔμελλε δειπνήσειν ὁ δ᾽ οἰκότριψ κλωψ' ἐγγὺς ὢν μόρου τλήμων, τοιοῖσδε μύθοις ἱκέτευε τὸν θῆρα·( Ἐλάφους πρέπει σοι καὶ κερασφόρους ταύρους θηρῶντα νηδύν σαρκὶ τῇδε πιαίνειν· μυὸς δὲ δεῖπνον οὐδ᾽ ἄκρων ἐπιψαῦσαι χειλῶν θέμις σῶν. Ἀλλά, λίσσομαι, φείδου. Ἴσως χάριν σοι τῶνδε μικρὸς ὢν θήσω. Γελάσας δ᾽ ὁ θὴρ παρῆκε τὸν ἱκέτην ζῶντα. Φιλαγρέταισι δ' ἐμπεσὼν νεανίσκοις, ἐδικτυώθη, κἀσφαλῶς ἐδεσμεύθη. Ὁ μῦς δὲ λάθρῃ χηραμοῦ προπηδήσας, στεῤῥόν τ᾽ ὀδοῦσι βραχυτάτοις βρόχον κείρας, ἔλυσε τὸν λέοντα, τοῦ τὸ φῶς 4 βλέψαι ἐπάξιον δοὺς μισθὸν ἀντιζωγρήσας. [Σαφὴς ὁ μῦθος εὐνοοῦσιν ἀνθρώποις, σώζειν πένητας, μηδέ πως ἀπελπίζειν, εἰ καὶ λέοντα μᾶς ἔσωσ᾽ ἀγρευθέντα.]