Ἐνέμοντο ταῦροι τρεῖς ἀεὶ μετ' ἀλλήλων. Λέων δὲ τούτους συλλαβεῖν ἐφεδρεύων, ὁμοῦ μὲν αὐτοὺς οὐκ ἔδοξε νικήσειν· λόγοις δ᾽ ὑπούλοις διαβολαῖς τε συγκρούων, ἐχθροὺς ἐποίει, χωρίσας δ᾽ ἀπ᾽ ἀλλήλων, ἕκαστον αὐτῶν ἔσχε ῥᾳδίαν θοίνην. Ὅταν μάλιστα ζῆν θέλῃς ἀκινδύνως, ἐχθροῖς ἀπίστει, τοὺς φίλους δ᾽ ἀεὶ τήρει.